Κυριακή 31 Ιουλίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 31-7-2022 (Ζ’ Ματθαίου)

ΑΠΟΣΤΟΛΟΣ Προς Ρωμαίους (ιε΄ 1-7)


Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.

Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ.Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται· διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. Καὶ πάλιν λέγει· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· ἔσται ἡ ρίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν.

Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου. Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.

Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν ᾿Ιησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.

Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν.


Ἀπόδοση στη νεοελληνική:
 

Ἀδελφοί, ἐμεῖς οἱ δυνατοὶ πρέπει νὰ βαστάζωμεν τὰς ἀδυναμίας τῶν ἀδυνάτων καὶ νὰ μὴ περιοριζώμεθα εἰς ὅσα εἶναι ἀρεστὰ εἰς τὸν ἑαυτόν μας. Ὁ καθένας ἀπὸ μᾶς ἂς φροντίζῃ νὰ εἶναι ἀρεστὸς εἰς τὸν πλησίον διὰ τὸ καλόν του καὶ τὴν οἰκοδομήν του, διότι καὶ ὁ Χριστὸς δὲν ἐζήτησε ἐκεῖνα ποὺ ἦσαν ἀρεστὰ εἰς τὸν ἑαυτόν του, ἀλλά, καθὼς εἶναι γραμμένον, Αἱ ὕβρεις τῶν ὑβριστῶν σου ἔπεσαν ἐπάνω μου.

Διότι ὅσα προεγράφησαν, ἐγράφησαν γιὰ τὴν διδασκαλίαν μας ὥστε διὰ τῆς ὑπομονῆς καὶ τῆς παρηγορίας ποὺ δίνουν αἱ γραφαὶ νὰ διατηροῦμεν τὴν ἐλπίδα. Καὶ εἴθε ὁ Θεὸς ποὺ εἶναι ἡ πηγὴ τῆς ὑπομονῆς καὶ τῆς παρηγορίας νὰ σᾶς ἀξιώσῃ νὰ ἔχετε τὸ ἴδιο φρόνημα μεταξύ σας κατὰ τὸ ὑπόδειγμα τοῦ Ἰησοῦ Χριστοῦ, ὥστε ὅλοι μαζὶ μὲ μιὰ ψυχὴ καὶ μὲ ἕνα στόμα νὰ δοξάζετε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.

Διὰ τοῦτο ὁ ἕνας νὰ δέχεται τὸν ἄλλον, ὅπως καὶ ὁ Χριστὸς σᾶς ἐδέχθηκε διὰ νὰ δοξασθῇ ὁ Θεός. Διότι ὁ Ἰησοῦς Χριστός, λέγω, διὰ νὰ φανῇ ὅτι ὁ Θεὸς εἶναι ἀληθής, ἔγινε ὑπηρέτης τῶν Ἰσραηλιτῶν, ὥστε νᾶ πραγματοποιηθοῦν αἱ ὑποσχέσεις ποὺ ἔγιναν εἰς τοὺς πατέρας, τὰ δὲ ἔθνη νὰ δοξάσουν τὸν Θεὸν διὰ τὴν εὐσπλαγχνίαν του πρὸς αὐτά, καθὼς εἶναι γραμμένον, Διὰ τοῦτο θὰ σὲ δοξάζω, Κύριε, μεταξὺ ἐθνῶν καὶ θὰ ψάλλω εἰς τὸ ὄνομά σου. Καὶ πάλιν λέγει: Εὐφράνθητε ἔθνη μαζὶ μὲ τὸν λαόν του. Καὶ πάλιν: Αἰνεῖτε τὸν Κύριον ὅλα τὰ ἔθνη καὶ ὑμνήσατε αὐτὸν ὅλοι οἱ λαοί. Καὶ πάλιν ὁ Ἡσαΐας λέγει: Θὰ ἔλθῃ ἡ ρίζα τοῦ Ἰεσσαὶ καὶ ἐκεῖνος ποὺ θὰ ἐμφανισθῇ διὰ νὰ γίνῃ ἄρχων ἐθνῶν, εἰς αὐτὸν τὰ ἔθνη θὰ ἐλπίζουν.

Εἴθε ὁ Θεὸς τῆς ἐλπίδος νὰ σᾶς γεμίσῃ μὲ κάθε χαρὰν καὶ εἰρήνην, ποὺ προέρχονται ἀπὸ τὴν πίστιν, ὥστε νὰ ἔχετε ἄφθονη τὴν ἐλπίδα διὰ τῆς δυνάμεως τοῦ Ἁγίου Πνεύματος. Ἐγὼ ὁ ἴδιος, ἀδελφοί μου, εἶμαι πεπεισμένος γιὰ σᾶς ὅτι ἤδη εἶσθε γεμᾶτοι καλωσύνην, πλήρεις ἀπὸ κάθε γνῶσιν, ὥστε νὰ μπορῆτε νὰ νουθετῆτε ὁ ἕνας τὸν ἄλλον.

Ἀλλὰ σᾶς ἔγραψα, ἀδελφοί, μὲ τόλμην σὲ μερικὰ σημεῖα διὰ νὰ σᾶς τὰ ὑπενθυμίσω, καὶ τοῦτο ἕνεκα τῆς χάριτος ποὺ μοῦ ἐδόθηκε ἀπὸ τὸν Θεόν, νὰ εἶμαι ὑπηρέτης τοῦ Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, προσφέρων ὡς θυσίαν τὸ κήρυγμα τοῦ εὐαγγελίου τοῦ Θεοῦ, διὰ νὰ εἶναι ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτη, ἁγιασμένη διὰ τοῦ Πνεύματος τοῦ Ἁγίου.

Ἔχω λόγον λοιπὸν νὰ καυχῶμαι ἐν Χριστῷ Ἰησοῦ διὰ τὸ ἔργον ποὺ κάνω διὰ τὸν Θεόν.


ΕΥΑΓΓΕΛΙΟ Κατά Ματθαίον (θ΄ 27-35)


Τῷ καιρῷ εκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.

Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.

Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.

Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.


Ἀπόδοση στη νεοελληνική:
 

Τον καιρό εκείνο, ἀκολούθησαν τὸν Ἰησοῦ δύο τυφλοί, οἱ ὁποίοι ἐφώναζαν, «Ἐλέησέ μας, υἱὲ τοῦ Δαυΐδ». Μόλις δὲ ἔφθασε εἰς τὸ σπίτι, ἦλθαν εἰς αὐτὸν οἱ τυφλοὶ καὶ ὁ Ἰησοῦς τοὺς λέγει, «Πιστεύετε ὅτι ἔχω τὴν δύναμιν νὰ κάνω αὐτὸ ποὺ ζητᾶτε;». Λέγουν εἰς αὐτόν, «Ναὶ, Κύριε». Τότε ἄγγιξε τὰ μάτια τους καὶ εἶπε, «Σύμφωνα μὲ τὴν πίστιν σας, ἂς γίνῃ». Καὶ ἄνοιξαν τὰ μάτια τους καὶ εἰς αὐστηρὸ τόνο τοὺς παρήγγειλε ὁ Ἰησοῦς καὶ τοὺς εἶπε, «Προσέχετε, κανεὶς νὰ μὴν τὸ μάθῃ». Αὐτοὶ ὅμως μόλις ἐβγῆκαν, τὸν διεφήμισαν εἰς ὅλην τὴν χώραν ἐκείνην.

Ἐνῷ αὐτοὶ ἔβγαιναν, τοῦ ἔφεραν ἕναν ἄνθρωπον βωβὸν δαιμονισμένον. Καὶ ἀφοῦ τὸ δαιμόνιον ἐκδιώχθηκε, ἐμίλησε ὁ βωβός. Καὶ ἐθαύμασε ὁ κόσμος καὶ ἔλεγεν, “Τέτοια πράγματα δὲν ἐφάνησαν ποτὲ εἰς τὸ Ἰσραήλ”.

Οἱ δὲ Φαρισαῖοι ἔλεγαν, «Εἰς τὸ ὄνομα τοῦ ἄρχοντος τῶν δαιμονίων βγάζει δαιμόνια».

Καὶ περιήρχετο ὁ Ἰησοῦς ὅλας τὰς πόλεις καὶ τὰ χωριὰ καὶ ἐδίδασκε εἰς τὰς συναγωγάς των καὶ ἐκήρυττε τὸ εὐαγγέλιον περὶ τῆς βασιλείας καὶ ἐθεράπευε κάθε ἀσθένειαν καὶ κάθε ἀδυναμίαν τοῦ λαοῦ.