(᾿Εφεσ. ε´ 8-19)
Αδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· – ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· – δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· ῎Εγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
ΜΕΤΑΦΡΑΣΗ
Αδελφοί, νὰ ζεῖτε σὰν ἄνθρωποι ποὺ ἀνήκουν στὸ φῶς. Γιατὶ ἡ ζωὴ ἐκείνων ποὺ ὁδηγοῦνται ἀπὸ τὸ ῞Αγιο Πνεῦμα διακρίνεται γιὰ τὴν ἀγαθότητα, τὴ δικαιοσύνη καὶ τὴν ἀλήθεια. Νὰ ἐξετάζετε τὶ ἀρέσει στὸν Κύριο. Καὶ νὰ μὴ συμμετέχετε στὰ σκοτεινὰ κι ἀνώφελα ἔργα τῶν ἄλλων, ἀλλὰ νὰ τὰ ξεσκεπάζετε. Γι’ αὐτὰ ποὺ κάνουν ἐκεῖνοι στὰ κρυφά, εἶναι ντροπὴ ἀκόμα καὶ νὰ μιλᾶμε. ῞Οταν ὅμως ὅλα αὐτὰ ἔρχονται στὸ φῶς, ἀποκαλύπτεται ἡ ἀληθινή τους φύση. Γιατὶ ὅ,τι φανερώνεται γίνεται κι αὐτὸ φῶς. Γι’ αὐτὸ λέει ἕνας ὕμνος· «Ξύπνα ἐσὺ ποὺ κοιμᾶσαι, ἀναστήσου ἀπὸ τοὺς νεκρούς, καὶ θὰ σὲ φωτίσει ὁ Χριστός». Προσέχετε, λοιπόν, καλά, πῶς ζεῖτε· μὴ ζεῖτε ὡς ἀσύνετοι ἀλλὰ ὡς συνετοί. Νὰ χρησιμοποιεῖτε σωστὰ τὸν χρόνο σας, γιατὶ ζοῦμε σὲ πονηροὺς καιρούς. Γι’ αὐτὸ μὴν εἶστε ἄφρονες, ἀλλὰ ν’ ἀντιλαμβάνεστε τὶ θέλει ὁ Κύριος ἀπὸ σᾶς. Νὰ μὴ μεθᾶτε μὲ κρασί, ποὺ ὁδηγεῖ στὴν ἀσωτεία, ἀλλὰ νὰ γεμίζετε μὲ τὸ Πνεῦμα τοῦ Θεοῦ. Νὰ τραγουδᾶτε στὶς συνάξεις σας ψαλμοὺς καὶ ὕμνους καὶ πνευματικὲς ὠδές· νὰ ψάλλετε μὲ τὴν καρδιά σας στὸν Κύριο.
Το Ευαγγελικό Ανάγνωσμα
(Λουκ. ιη´ 35-43)
Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν ᾿Ιησοῦν εἰς ῾Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. ᾿Απήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ᾿Εγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· Τί σοι θέλεις ποιήσω; ῾Ο δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ᾿Ανάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Απόδοση:
Εκεῖνο τὸν καιρό, καθὼς ὁ ᾿Ιησοῦς πλησίαζε στὴν ῾Ιεριχώ, ἕνας τυφλὸς καθόταν στὴν ἄκρη τοῦ δρόμου καὶ ζητιάνευε. ῞Οταν ἄκουσε τὸ πλῆθος ποὺ περνοῦσε, ρώτησε νὰ μάθει τί συνέβαινε. Τοῦ εἶπαν ὅτι περνάει ὁ ᾿Ιησοῦς ὁ Ναζωραῖος. Τότε ἐκεῖνος ἄρχισε νὰ φωνάζει δυνατά· «᾿Ιησοῦ, Υἱὲ τοῦ Δαβίδ, σπλαχνίσου με!» Αὐτοὶ ποὺ προπορεύονταν τὸν μάλωναν νὰ σωπάσει, ἐκεῖνος ὅμως φώναζε ἀκόμη πιὸ πολύ· «Υἱὲ τοῦ Δαβίδ, σπλαχνίσου με!» Τότε ὁ ᾿Ιησοῦς στάθηκε κι ἔδωσε ἐντολὴ νὰ τὸν φέρουν κοντά του. Αὐτὸς πλησίασε κι ἐκεῖνος τὸν ρώτησε· «Τί θέλεις νὰ σοῦ κάνω;» «Κύριε, θέλω ν’ ἀποκτήσω τὸ φῶς μου», ἀποκρίθηκε. Κι ὁ ᾿Ιησοῦς τοῦ εἶπε· «Ν’ ἀποκτήσεις τὸ φῶς σου! ῾Η πίστη σου σὲ ἔσωσε». ᾿Αμέσως ὁ τυφλὸς βρῆκε τὸ φῶς του κι ἀκολουθοῦσε τὸν ᾿Ιησοῦ δοξάζοντας τὸν Θεό. Καὶ ὅλος ὁ κόσμος, ὅταν τὸν εἶδε, δοξολογοῦσε τὸν Θεό.
Πηγή: theomitoros.gr