Σάββατο 19 Ιανουαρίου 2019

ΕΥΧΗ ΥΠΕΡ ΤΗΣ ΜΑΚΕΔΟΝΙΑΣ


- Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἐλευθερώσας διὰ τοῦ πάθους καὶ τῆς Ἀναστάσεώς σου τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὁ δι᾿ ὁράματος ἐν Τρωάδι (Πρ. 16,9)

εἰπὼν τῷ Παύλῳ, «διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν», ὁ τὸν παλαιὸν Ἰσραὴλ πολλάκις βοηθήσας, ὁ κλαύσας ἐπὶ τὴν Ἱερουσαλήμ, τὴν κατὰ τὸ ἀνθρώπινον πατρίδα σου (Λκ. 19,41-44), ὁ προστατεύσας τὴν Ἑλλάδα, τὴν πατρίδα ἡμῶν «ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς» (πρβλ. Λκ. 1,71), ὁ ποιήσας τὸ ἔθνος ἡμῶν «ἔθνος ἅγιον καὶ λαὸν εἰς περιποίησιν» (πρβλ. Α΄ Πέτρ. 2, 9), ἐπάκουσον ἐν τῇ ὥρᾳ ταύτῃ τῆς δεήσεως ἡμῶν.

Διασκέδασον πάντα ἐχθρὸν καὶ πολέμιον ὡς καὶ πᾶσαν πονηρὰν βουλὴν καὶ μηχανὴν τῶν ἰσχυρῶν τῆς γῆς διὰ τὴν Ἑλληνικωτάτην Μακεδονίαν ἡμῶν. Φώτισον τὸν νοῦν καὶ τὴν διάνοιαν τῶν ἀρχόντων ἡμῶν εἰς τὸ εἰδέναι τί τὸ συμφέρον διὰ τὴν Μακεδονίαν. Κραταίωσον αὐτοὺς πράττειν τὰ κράτιστα καὶ ἁρμόδια αὐτῇ. Ἐνδυνάμωσον τοὺς κατοίκους τῆς Μακεδονίας ἐν ταύταις ταῖς ἡμέραις τῆς θλίψεως αὐτῶν καὶ δὸς αὐτοῖς πνεῦμα δυνάμεως καὶ ἰσχύος εἰς τὸ ὑπερασπίζεσθαι τὸ ὄνομα τῆς πατρίδος ἡμῶν.

Ἐπάκουσον τῆς φωνῆς τοῦ λαοῦ σου τοῦ ἀγωνιζομένου διὰ τὴν ἀκεραιότητα τῆς φιλτάτης ἡμῶν πατρίδος καὶ τὴν περιφρούρησιν τῆς Μακεδονίας. Ἀπόστησον ἀφ᾿ ἡμῶν πᾶσαν κακόνοιαν, δαιμονικὴν ἐνέργειαν, πρᾶξιν ἐπιζήμιον καὶ ἔργα ἐρεβώδη καὶ ἀνθελληνικά, ἐπιβουλεύοντα τῇ ὑποστάσει καὶ ἀξιοπρεπείᾳ τῆς Μακεδονίας ἡμῶν. Φυγάδευσον πάντα διχασμὸν καὶ ἐμφύλιον διαμάχην ἐκ τοῦ λαοῦ τοῦ ἀγωνιζομένου διὰ τὴν διάσωσιν τοῦ ὀνόματος καὶ τῆς ὑποστάσεως τῆς Μακεδονίας.

Ὅτι σὺ εἶ ὁ συστήσας τὰ ἔθνη καὶ τὰς ὁροθεσίας αὐτῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(+ Ὁ Ἐδέσσης Ιωήλ)


Γραφείο Τύπου Ι.Μητρόπολης Κίτρους, Κατερίνης και Πλαταμώνος