Ἀδελφοί, εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ράβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.
Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, εἶχε καὶ ἡ πρώτη διαθήκη διατάξεις περὶ τῆς λατρείας καὶ γήϊνον ἁγιαστήριον. Κατασκευάσθηκε δηλαδὴ τὸ πρῶτον μέρος τῆς σκηνῆς, εἰς τὸ ὁποῖον ὑπῆρχε ἡ λυχνία καὶ ἡ τράπεζα καὶ οἱ ἄρτοι τῆς προθέσεως, τὸ ὁποῖον λέγεται Ἅγια. Ὕστερα ἀπὸ τὸ δεύτερον καταπέτασμα, ἦτο τὸ μέρος τῆς σκηνῆς, τὸ ὁποῖον ὠνομάζετο Ἅγια ἁγίων. Ἐκεῖ ὑπῆρχε ἕνα χρυσὸ θυμιατήριον καὶ ἡ κιβωτὸς τῆς διαθήκης, ἡ ὁποία ἦτο ἀπὸ ὅλα τὰ μέρη σκεπασμένη μὲ χρυσάφι καὶ μέσα σ’ αὐτὴν ἦτο ἡ χρυσὴ στάμνα, ποὺ περιεῖχε τὸ μάννα, ἡ ράβδος τοῦ Ἀαρών, ποὺ εἶχε βλαστήσει, καὶ αἱ πλάκες τῆς διαθήκης. Ἐπάνω δὲ ἀπὸ τὴν κιβωτὸν ἦσαν ἀπαστράπτοντα Χερουβείμ, τὰ ὁποῖα ἐπεσκίαζαν τὸ ἱλαστήριον. Γι’ αὐτὰ δὲν εἶναι δυνατὸν νὰ μιλήσωμεν τώρα λεπτομερῶς.
Ὑπὸ αὐτὴν τὴν διάταξιν, εἰς τὸ πρῶτον μέρος τῆς σκηνῆς εἰσέρχονται πάντοτε οἱ ἱερεῖς, ὅταν ἐκτελοῦν τὰ καθήκοντα τῆς ὑπηρεσίας των, ἀλλ’ εἰς τὸ δεύτερον μέρος μπαίνει μόνον ὁ ἀρχιερεύς, μιὰ φορὰ τὸν χρόνο, καὶ ὄχι χωρὶς αἷμα, τὸ ὁποῖον προσφέρει διὰ τὸν ἑαυτόν του καὶ διὰ τὰς ἐξ ἀγνοίας ἁμαρτίας τοῦ λαοῦ.
Το Ευαγγελικό Ανάγνωσμα (Μτθ. η´ 5-13)
Τῷ καιρῷ ἐκείνῳ, εἰσελθόντι τῷ ᾿Ιησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ᾿Εγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. ᾿Ακούσας δὲ ὁ ᾿Ιησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ᾿Αμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ εἶπεν ὁ ᾿Ιησοῦς τῷ ἑκατοντάρχῳ· ῞Υπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Απόδοση:
Εκεῖνο τὸν καιρό, μόλις μπῆκε ὁ ᾿Ιησοῦς στὴν Καπερναούμ, τὸν πλησίασε ἕνας ἑκατόνταρχος καὶ τὸν παρακαλοῦσε μ᾿ αὐτὰ τὰ λόγια· «Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος στὸ σπίτι, παράλυτος, καὶ ὑποφέρει φοβερά». ῾Ο ᾿Ιησοῦς τοῦ λέει· «᾿Εγὼ θὰ ἔρθω καὶ θὰ τὸν θεραπεύσω». ῾Ο ἑκατόνταρχος τοῦ ἀποκρίθηκε· «Κύριε, δὲν εἶμαι ἄξιος νὰ σὲ δεχτῶ στὸ σπίτι μου· πὲς ὅμως μόνον ἕνα λόγο, καὶ θὰ γιατρευτεῖ ὁ δοῦλος μου. Εἶμαι κι ἐγὼ ἄνθρωπος κάτω ἀπὸ ἐξουσία, καὶ ἔχω στρατιῶτες στὴ διοίκησή μου· λέω στὸν ἕνα “πήγαινε” καὶ πηγαίνει, καὶ στὸν ἄλλο “ἔλα” καὶ ἔρχεται, καὶ στὸν δοῦλο μου “κάνε αὐτὸ” καὶ τὸ κάνει». ῞Οταν τὸν ἄκουσε ὁ ᾿Ιησοῦς, θαύμασε καὶ εἶπε σ᾿ ὅσους τὸν ἀκολουθοῦσαν· «Σᾶς βεβαιώνω πὼς τόση πίστη οὔτε ἀνάμεσα στοὺς ᾿Ισραηλίτες δὲν βρῆκα. Καὶ σᾶς λέω πὼς θά ᾿ρθουν πολλοὶ ἀπὸ ἀνατολὴ καὶ δύση καὶ θὰ καθίσουν μαζὶ μὲ τὸν ᾿Αβραάμ, τὸν ᾿Ισαὰκ καὶ τὸν ᾿Ιακὼβ στὸ τραπέζι τῆς βασιλείας τῶν οὐρανῶν, ἐνῶ οἱ κληρονόμοι τῆς βασιλείας θὰ πεταχτοῦν ἔξω στὸ σκοτάδι· ἐκεῖ θὰ κλαῖνε, καὶ θὰ τρίζουν τὰ δόντια τους». ῞Υστερα εἶπε στὸν ἑκατόνταρχο ὁ ᾿Ιησοῦς· «Πήγαινε, κι ἂς γίνει αὐτὸ ποὺ πίστεψες». Καὶ γιατρεύτηκε ὁ δοῦλος ἐκείνη τὴν ὥρα.
Πηγή: theomitoros.gr