Γνωρίζω ὑμῖν ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτη ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱπλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾿ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.
Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
Ἀπόδοση στη νεοελληνική:
Σᾶς ὑπενθυμίζω, ἀδελφοί, τὸ εὐαγγέλιον ποὺ σᾶς ἐκήρυξα, τὸ ὁποῖον καὶ παραλάβατε, εἰς τὸ ὁποῖον καὶ στέκεσθε, διὰ τοῦ ὁποίου καὶ σώζεσθε, ἐὰν τὸ κρατᾶτε στερεά, ὅπως σᾶς τὸ ἐκήρυξα, ἐκτὸς ἐὰν μάταια ἐπιστέψατε. Σᾶς παρέδωκα δηλαδὴ ἐν πρώτοις ἐκεῖνο, τὸ ὁποῖον καὶ παρέλαβα, ὅτι ὁ Χριστὸς ἐπέθανε διὰ τὰς ἁμαρτίας μας σύμφωνα μὲ τὰς γραφάς, ὅτι ἐτάφη, ὅτι ἀναστήθηκε τὴν τρίτην ἡμέραν σύμφωνα μὲ τὰς γραφὰς καὶ ὅτι ἐμφανίσθηκε εἰς τὸν Κηφᾶν, ἔπειτα εἰς τοὺς δώδεκα, ἔπειτα ἐμφανίσθηκε, μιὰ φορά, σὲ πάνω ἀπὸ πεντακόσιους ἀδελφούς, ἀπὸ τοὺς ὁποίους οἱ περισσότεροι ζοῦν μέχρι σήμερα, ἀλλὰ μερικοὶ ἐκοιμήθησαν. Ἔπειτα ἐμφανίσθηκε εἰς τὸν Ἰάκωβον, ἔπειτα σ’ ὅλους τοὺς ἀποστόλους, τελευταῖον δὲ ἀπὸ ὅλους, σὰν σὲ ἔκτρωμα, ἐμφανίσθηκε καὶ σ’ ἐμέ.
Ἐγὼ εἶμαι ὁ ἐλάχιστος ἀπὸ τοὺς ἀποστόλους, ποὺ δὲν εἶμαι ἄξιος νὰ ὀνομάζωμαι ἀπόστολος, διότι κατεδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ. Ἀλλὰ μὲ τὴν χάριν τοῦ Θεοῦ εἶμαι ἐκεῖνο ποὺ εἶμαι, καὶ ἡ χάρις του σ’ ἐμὲ δὲν ὑπῆρξε χωρὶς ἀποτέλεσμα, ἀλλὰ περισσότερον ἀπὸ ὅλους αὐτοὺς ἐκοπίασα, ὄχι ὅμως ἐγὼ ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ποὺ εἶναι μαζί μου.
Εἴτε λοιπὸν ἐγὼ εἴτε ἐκεῖνοι, αὐτὰ εἶναι ποὺ κηρύττομεν καὶ αὐτὰ εἶναι ποὺ ἐπιστέψατε.
ΕΥΑΓΓΕΛΙΟΝ Κατά Ματθαίον (ιθ΄ 16-26)
Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ Ιησοῦ γονυπετῶν και εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; Ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
Λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; Ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ραφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι; Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.
Ἀπόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ἐπλησίασε τον Ιησοῦ ένας νέος τοῦ εἶπε, “Διδάσκαλε ἀγαθέ, τὶ καλὸ πρέπει νὰ κάνω διὰ νὰ ἔχω αἰώνιον ζωήν;”. Αὐτὸς δὲ τοῦ εἶπε, «Γιατὶ μὲ λὲς ἀγαθόν; Κανεὶς δὲν εἶναι ἀγαθὸς παρὰ ἕνας, ὁ Θεός. Ἐὰν θέλῃς νὰ μπῇς εἰς τὴν ζωήν, φύλαγε τὰς ἐντολάς». Λέγει εἰς αὐτόν, «Ποιές;». Ὁ δὲ Ἰησοῦς ἀπήντησε, «Τὸ Να μὴν φονεύσῃς, Νὰ μὴν μοιχεύσῃς, Νὰ μὴν κλέψῃς, Νὰ μὴν ψευδομαρτυρήσῃς, Νὰ τιμᾷς τὸν πατέρα καὶ τὴν μητέρα, καί, Νὰ ἀγαπᾷς τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου».
Λέγει εἰς αὐτὸν ὁ νέος, «Ὅλα αὐτὰ τὰ ἐφύλαξα ἀπὸ τὴ νεότητά μου. Εἰς τὶ ἀκόμη ὑστερῶ;». Τότε τοῦ εἶπε ὁ Ἰησοῦς, «Ἐὰν θέλῃς νὰ εἶσαι τέλειος, πήγαινε καὶ πούλησε ὅσα ἔχεις καὶ μοίρασέ τα εἰς τοὺς πτωχούς, καὶ θὰ ἔχῃς θησαυρὸν εἰς τοὺς οὐρανοὺς καὶ ἔλα ἀκολούθει με».
Ὅταν ὁ νέος ἄκουσε τὰ λόγια αὐτά, ἔφυγε λυπημένος διότι εἶχε πολλὰ κτήματα. Ὁ Ἰησοῦς εἶπε τότε εἰς τοὺς μαθητάς του, «Ἀλήθεια σᾶς λέγω, ὅτι δύσκολα πλούσιος ἄνθρωπος θὰ μπῇ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν σᾶς λέγω, ὅτι εἶναι εὐκολώτερον νὰ περάσῃ μία καμήλα ἀπὸ τὴν τρύπα μιᾶς βελόνας παρὰ πλούσιος νὰ μπῇ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ».
Ὄταν τὸ ἄκουσαν οἱ μαθηταί, ἐδοκίμασαν μεγάλην ἔκλπηξιν καὶ ἔλεγαν, «Ποιὸς λοιπὸν εἶναι δυνατὸν νὰ σωθῇ;».
Ὁ Ἰησοῦς ἀφοῦ τοὺς ἐκύτταξε κατὰ πρόσωπον, τοὺς εἶπε, «Εἰς τοὺς ἀνθρώπους τοῦτο εἶναι ἀδύνατον, ἀλλὰ εἰς τὸν Θεὸν ὅλα εἶναι δυνατά».
Πηγή: theomitoros.gr